Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.57 | Joseph. BJ 7.65 (English) | >>Joseph. BJ 7.70 |
7.63
Οὐεσπασιανὸν γὰρ ἔτι μὲν καὶ μακρὰν ἀπόντα πάντες οἱ κατὰ τὴν Ἰταλίαν ἄνθρωποι ταῖς γνώμαις περιεῖπον ὡς ἥκοντα , τὴν προσδοκίαν ἐκ τοῦ πάνυ θέλειν ἄφιξιν αὐτοῦ νομίζοντες καὶ πάσης
-- -- τῇ τε γὰρ βουλῇ κατὰ μνήμην τῶν γεγενημένων ἐν ταῖς τῶν ἡγεμόνων μεταβολαῖς συμφορῶν εὐκταῖον ἦν ἀπολαβεῖν ἡγεμόνα γήρως σεμνότητι καὶ πράξεων ἀκμῇ πολεμικῶν κεκοσμημένον , ᾧ τὴν ὑπεροχὴν πρὸς μόνην ἠπίσταντο τὴν τῶν ἀρχομένων σωτηρίαν ἐσομένην .
7.66καὶ μὴν ὁ δῆμος ὑπὸ τῶν ἐμφυλίων κακῶν τετρυχωμένος ἔτι μᾶλλον ἐλθεῖν αὐτὸν ἔσπευδε , τότε δὴ βεβαίως μὲν ἀπαλλαγήσεσθαι τῶν συμφορῶν ὑπολαμβάνων , ἀπολήψεσθαι δὲ τὴν ἄδειαν μετὰ τῆς εὐετηρίας πεπιστευκώς .
7.67ἐξαιρέτως δὲ τὸ στρατιωτικὸν εἰς αὐτὸν ἀφεώρα · μάλιστα γὰρ οὗτοι τῶν κατωρθωμένων αὐτῷ πολέμων ἐγίνωσκον τὸ μέγεθος , τῆς ἀπειρίας δὲ τῶν ἄλλων ἡγεμόνων καὶ τῆς ἀνανδρίας πεπειραμένοι πολλῆς μὲν αἰσχύνης αὐτοὺς ἐπεθύμουν ἀπηλλάχθαι , τὸν μόνον δὲ καὶ σώζειν αὐτοὺς καὶ κοσμεῖν δυνάμενον ἀπολαβεῖν ηὔχοντο .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.57 | Joseph. BJ 7.65 (English) | >>Joseph. BJ 7.70 |